Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
τούτοις
ἀντικομπάξων Ἀντώνιος αὐτὸν μὲν εἰς
μονομαχίαν προὐκαλεῖτο, καίπερ ὢν πρεσβύτερος:
εἰ δὲ φεύγοι τοῦτο, περὶ Φάρσαλον ἠξίου
τοῖς στρατεύμασιν, ὡς πάλαι Καῖσαρ καὶ Πομπήϊος,
διαγωνίσασθαι. φθάνει δὲ Καῖσαρ, Ἀντωνίου
περὶ τὸ Ἄκτιον ὁρμοῦντος, ἐν ᾧ τόπῳ νῦν
ἡ Νικόπολις ἵδρυται, διαβαλὼν τὸν Ἰόνιον καὶ
τῆς Ἠπείρου χωρίον ὃ Τορύνη καλεῖται κατασχών:
θορυβουμένων δὲ τῶν περὶ τὸν Ἀντώνιον
῾ὑστέρει γὰρ ὁ πεζὸς αὐτοῖσ᾽ ἡ μὲν Κλεοπάτρα
σκώπτουσα, ‘τί δεινόν,’ ἔλεγεν, ‘εἰ Καῖσαρ ἐπὶ
τορύνῃ κάθηται;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.