Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὗτοι μὲν αὐτοὶ παρῆσαν,
ἐκ δὲ Πόντου Πολέμων στρατὸν ἔπεμπε, καὶ
Μάλχος ἐξ Ἀραβίας καὶ Ἡρώδης ὁ Ἰουδαῖος,
ἔτι δὲ Ἀμύντας ὁ Λυκαόνων καὶ Γαλατῶν
βασιλεύς: ἦν δὲ καὶ παρὰ τοῦ Μήδων βασιλέως
ἀπεσταλμένη βοήθεια. Καίσαρι δὲ νῆες ἦσαν
πρὸς ἀλκὴν πεντήκοντα καὶ διακόσιαι, στρατοῦ
δὲ ὀκτὼ μυριάδες, ἱππεῖς δὲ παραπλήσιοι τὸ
πλῆθος τοῖς πολεμίοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.