previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

61. συνιόντων δὲ πρὸς τὸν πόλεμον Ἀντωνίῳ μὲν ἦσαν αἱ μάχιμοι νῆες οὐκ ἐλάττους πεντακοσίων, ἐν αἷς ὀκτήρεις πολλαὶ καὶ δεκήρεις κεκοσμημέναι σοβαρῶς καὶ πανηγυρικῶς, στρατοῦ δὲ μυριάδες δέκα, δισχίλιοι δ᾽ ἱππεῖς ἐπὶ μυρίοις. βασιλεῖς δὲ ὑπήκοοι συνεμάχουν Βόκχος Λιβύων καὶ Ταρκόνδημος τῆς ἄνω Κιλικίας, καὶ Καππαδοκίας μὲν Ἀρχέλαος, Παφλαγονίας δὲ Φιλάδελφος, Κομμαγηνῆς δὲ Μιθριδάτης, Σαδάλας δὲ Θρᾴκης. [2] οὗτοι μὲν αὐτοὶ παρῆσαν, ἐκ δὲ Πόντου Πολέμων στρατὸν ἔπεμπε, καὶ Μάλχος ἐξ Ἀραβίας καὶ Ἡρώδης Ἰουδαῖος, ἔτι δὲ Ἀμύντας Λυκαόνων καὶ Γαλατῶν βασιλεύς: ἦν δὲ καὶ παρὰ τοῦ Μήδων βασιλέως ἀπεσταλμένη βοήθεια. Καίσαρι δὲ νῆες ἦσαν πρὸς ἀλκὴν πεντήκοντα καὶ διακόσιαι, στρατοῦ δὲ ὀκτὼ μυριάδες, ἱππεῖς δὲ παραπλήσιοι τὸ πλῆθος τοῖς πολεμίοις. [3] ἦρχον δὲ Ἀντώνιος μὲν τῆς ἀπ᾽ Εὐφράτου καὶ Ἀρμενίας μέχρι πρὸς τὸν Ἰόνιον καὶ Ἰλλυριούς, Καῖσαρ δὲ ἀπ᾽ Ἰλλυριῶν τῆς ἐπὶ τὸν ἑσπέριον ὠκεανὸν καθηκούσης καὶ τῆς ἀπ᾽ ὠκεανοῦ πάλιν ἐπὶ τὸ Τυρρηνικὸν καὶ Σικελικὸν πέλαγος. Λιβύης δὲ τὴν Ἰταλία καὶ Γαλατίᾳ καὶ Ἰβηρίᾳ μέχρι στηλῶν Ἡρακλείων ἀντιπαρήκουσαν εἶχε Καῖσαρ: τὰ δὲ ἀπὸ Κυρήνης μέχρις Αἰθιοπίας Ἀντώνιος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: