Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
προσῳκείου δὲ ἑαυτὸν Ἀντώνιος Ἡρακλεῖ κατὰ
γένος καὶ Διονύσῳ κατὰ τὸν τοῦ βίου ζῆλον,
ὥσπερ εἴρηται, Διόνυσος νέος προσαγορευόμενος.
ἡ δὲ αὐτὴ θύελλα καὶ τοὺς Εὐμενοῦς καὶ
Ἀττάλου κολοσσοὺς ἐπιγεγραμμένους Ἀντωνείους
Ἀθήνησιν ἐμπεσοῦσα μόνους ἐκ πολλῶν
ἀνέτρεψε. ἡ δὲ Κλεοπάτρας ναυαρχὶς ἐκαλεῖτο
μὲν Ἀντωνιάς, σημεῖον δὲ περὶ αὐτὴν δεινὸν
ἐφάνη: χελιδόνες γὰρ ὑπὸ τὴν πρύμναν ἐνεόττευσαν:
ἕτεραι δὲ ἐπελθοῦσαι καὶ ταύτας ἐξήλασαν
καὶ τὰ νεόττια διέφθειραν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.