Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Γεμίνιος δὲ πλεύσας εἰς τὴν Ἑλλάδα Κλεοπάτρᾳ
μὲν ἦν ὕποπτος, ὡς ὑπὲρ Ὀκταουίας πράττων,
σκωπτόμενος δὲ παρὰ δεῖπνον ἀεὶ καὶ κλισίαις
ἀτίμοις προπηλακιζόμενος ἠνείχετο καιρὸν ἐντεύξεως
ἀναμένων: κελευσθεὶς δὲ λέγειν ἐφ᾽ οἷς ἥκει
παρὰ τὸ δεῖπνον, τὴν μὲν ἄλλην ἔφη νήφοντος
εἶναι διάλεξιν, ἓν δὲ καὶ νήφων ἐπίστασθαι καὶ
μεθύων, ὅτι καλῶς ἕξει πάντα Κλεοπάτρας εἰς
Αἴγυπτον ἀπαλλαγείσης.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.