Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ᾧ καὶ μάλιστα κατάδηλος ἦν Ἀρταουάσδης
ὁ Ἀρμένιος Ἀντώνιον ἐκείνου τοῦ πολέμου
τὸ τέλος ἀφελόμενος. εἰ γὰρ οὓς ἀπήγαγεν
ἐκ Μηδίας ἱππεῖς ἑξακισχιλίους καὶ μυρίους
παρῆσαν, ἐσκευασμένοι παραπλησίως Πάρθοις
καὶ συνήθεις μάχεσθαι πρὸς αὐτούς, Ῥωμαίων
μὲν τοὺς μαχομένους τρεπομένων, ἐκείνων δὲ τοὺς
φεύγοντας αἱρούντων, οὐκ ἂν ὑπῆρξεν αὐτοῖς
ἡττωμένοις ἀναφέρειν καὶ ἀνατολμᾶν τοσαυτάκις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.