previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50. ἐνταῦθα ποιησάμενος ἐξέτασιν αὐτῶν Ἀντώνιος εὗρε δισμυρίους πεζοὺς καὶ τετρακισχιλίους ἱππεῖς ἀπολωλότας, οὐ πάντας ὑπὸ τῶν πολεμίων, ἀλλ᾽ ὑπὲρ ἡμίσεις νοσήσαντας. ὥδευσαν μὲν οὖν ἀπὸ Φραάτων ἡμέρας ἑπτὰ καὶ εἴκοσι, μάχαις δὲ ὀκτὼ καὶ δέκα Πάρθους ἐνίκησαν, αἱ δὲ νῖκαι κράτος οὐκ εἶχον οὐδὲ βεβαιότητα μικρὰς ποιουμένων καὶ ἀτελεῖς τὰς διώξεις. [2] καὶ μάλιστα κατάδηλος ἦν Ἀρταουάσδης Ἀρμένιος Ἀντώνιον ἐκείνου τοῦ πολέμου τὸ τέλος ἀφελόμενος. εἰ γὰρ οὓς ἀπήγαγεν ἐκ Μηδίας ἱππεῖς ἑξακισχιλίους καὶ μυρίους παρῆσαν, ἐσκευασμένοι παραπλησίως Πάρθοις καὶ συνήθεις μάχεσθαι πρὸς αὐτούς, Ῥωμαίων μὲν τοὺς μαχομένους τρεπομένων, ἐκείνων δὲ τοὺς φεύγοντας αἱρούντων, οὐκ ἂν ὑπῆρξεν αὐτοῖς ἡττωμένοις ἀναφέρειν καὶ ἀνατολμᾶν τοσαυτάκις. [3] ἅπαντες οὖν ὀργῇ παρώξυνον ἐπὶ τὴν τιμωρίαν τοῦ Ἀρμενίου τὸν Ἀντώνιον. δὲ λογισμῷ χρησάμενος οὔτε ἐμέμψατο τὴν προδοσίαν οὔτε ἀφεῖλε τῆς συνήθους φιλοφροσύνης καὶ τιμῆς πρὸς αὐτόν, ἀσθενὴς τῷ στρατῷ καὶ ἄπορος γεγονώς. [4] ὕστερον μέντοι πάλιν ἐμβαλὼν εἰς Ἀρμενίαν, καὶ πολλαῖς ὑποσχέσεσι καὶ προκλήσεσι πείσας αὐτὸν ἐλθεῖν εἰς χεῖρας, συνέλαβε, καὶ δέσμιον καταγαγὼν εἰς Ἀλεξάνδρειαν, ἐθριάμβευσεν. μάλιστα Ῥωμαίους ἐλύπησεν, ὡς τὰ καλὰ καὶ σεμνὰ τῆς πατρίδος Αἰγυπτίοις διὰ Κλεοπάτραν χαριζόμενος. ταῦτα μὲν οὖν ὕστερον ἐπράχθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: