Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
βαλλόμενος δὲ
πανταχόθεν ἐκάλει πέμπων ἀρωγήν. οἱ δὲ τοὺς
ὁπλίτας ἄγοντες, ὧν καὶ Κανίδιος ἦν, ἀνὴρ παρὰ
Ἀντωνίῳ δυνάμενος μέγιστον, οὐ μικρὰ δοκοῦσι
διαμαρτεῖν. δέον γὰρ ἀθρόαν ἐπιστρέψαι τὴν
φάλαγγα, πέμποντες κατ᾽ ὀλίγους ἐπιβοηθοῦντας,
καὶ πάλιν ἡττωμένων τούτων ἑτέρους ἀποστέλλοντες,
ἔλαθον ὀλίγου δεῖν ἥττης καὶ φυγῆς ὅλον
ἀναπλήσαντες τὸ στρατόπεδον, εἰ μὴ ταχὺ μὲν
αὐτὸς Ἀντώνιος μετὰ τῶν ὅπλων ἀπὸ τοῦ στόματος
ἧκεν ὑπαντιάζων, ταχὺ δὲ τὸ τρίτον τάγμα
διὰ τῶν φευγόντων ἐπὶ τοὺς πολεμίους ὠσάμενον
ἔσχε τοῦ πρόσω διώκειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.