previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

41. μέλλοντος δὲ αὐτοῦ τὴν αὐτὴν ὁδὸν ἄγειν ὀπίσω πεδινὴν καὶ ἄδενδρον οὖσαν, ἀνὴρ τῷ γένει Μάρδος, πολλὰ τοῖς Πάρθων ἤθεσιν ἐνωμιληκώς, ἤδη δὲ Ῥωμαίοις πιστὸς ἐν τῇ μάχῃ τῇ περὶ τὰς μηχανὰς γεγονώς, Ἀντωνίῳ προσελθὼν ἐκέλευε φεύγειν ἐν δεξιᾷ τῶν ὀρῶν ἐπιλαβόμενον, καὶ μὴ στρατὸν ὁπλίτην καὶ βαρὺν ἐν δρόμοις γυμνοῖς καὶ ἀναπεπταμένοις ὑποβαλεῖν ἵππῳ τοσαύτῃ καὶ τοξεύμασιν, [2] δὴ τεχνώμενον τὸν Φραάτην ἀναστῆσαι τῆς πολιορκίας αὐτὸν ὁμολογίαις φιλανθρώποις: ἔσεσθαι δὲ αὐτὸς ἡγεμὼν ὁδοῦ βραχυτέρας καὶ μᾶλλον εὐπορίαν τῶν ἐπιτηδείων ἐχούσης.

ταῦτα ἀκούσας Ἀντώνιος ἐβουλεύετο, καὶ Πάρθοις μὲν οὐκ ἐβούλετο δοκεῖν ἀπιστεῖν μετὰ σπονδάς, τὴν δὲ συντομίαν τῆς ὁδοῦ καὶ τὸ παρὰ κώμας οἰκουμένας ἔσεσθαι τὴν πορείαν ἐπαινῶν πίστιν ᾔτει τὸν Μάρδον. [3] δὲ δῆσαι παρεῖχεν αὑτὸν ἄχρι οὗ καταστήσῃ τὸν στρατὸν εἰς Ἀρμενίαν, καὶ δεθεὶς ἡγεῖτο δύο ἡμέρας καθ᾽ ἡσυχίαν. τῇ δὲ τρίτῃ παντάπασι τοὺς Πάρθους ἀπεγνωκότος Ἀντωνιου καὶ βαδίζοντος ἀνειμένως διὰ τὸ θαρρεῖν, ἰδὼν Μάρδος ἀπόχωσιν ἐμβολῆς ποταμοῦ νεωστὶ διεσπασμένην καὶ τὸ ῥεῦμα πολὺ πρὸς τὴν ὁδόν, [4] πορευτέον ἦν, ἐκχεόμενον, συνῆκεν ὅτι τῶν Πάρθων ἔργον εἴη τοῦτο δυσκολίας ἕνεκα καὶ διατριβῆς ἐμποδὼν αὐτοῖς τὸν ποταμὸν τιθεμένων, καὶ τὸν Ἀντώνιον ὁρᾶν ἐκέλευε καὶ προσέχειν, ὡς τῶν πολεμίων ἐγγὺς ὄντων. ἄρτι δὲ αὐτοῦ καθιστάντος εἰς τάξιν τὰ ὅπλα καὶ δἰ αὐτῶν τοῖς ἀκοντισταῖς καὶ σφενδονήταις ἐκδρομὴν ἐπὶ τοὺς πολεμίους παρασκευάζοντος, ἐπεφάνησαν οἱ Πάρθοι καὶ περιήλαυνον ὡς κυκλωσόμενοι καὶ συνταράξοντες πανταχόθεν τὸν στρατόν. [5] ἐκδραμόντων δὲ τῶν ψιλῶν ἐπ᾽ αὐτούς, πολλὰς μὲν διδόντες ἀπὸ τόξων, οὐκ ἐλάττονας δὲ ταῖς μολυβδίσι καὶ τοῖς ἀκοντίοις πληγὰς λαμβάνοντες ἀνεχώρουν: εἶτα ἐπῆγον αὖθις, ἄχρι οὗ συστρέψαντες οἱ Κελτοὶ τοὺς ἵππους ἐνέβαλον καὶ διεσκέδασαν αὐτοὺς οὐκέτι τῆς ἡμέρας ἐκείνης ὑπόδειγμα γενομένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: