previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40. χαλεπὸς δὲ ἀμφοτέροις ἦν πόλεμος, καὶ τὸ μέλλον αὐτοῦ φοβερώτερον, Ἀντωνίῳ μὲν προσδοκῶντι λιμόν: οὐκέτι γὰρ ἦν ἄνευ τραυμάτων καὶ νεκρῶν πολλῶν ἐπισιτίσασθαι: Φραάτης δὲ τοὺς Πάρθους ἐπιστάμενος πάντα μᾶλλον χειμῶνος ἔξω προσταλαιπωρεῖν καὶ θυραυλεῖν δυναμένους, ἐφοβεῖτο μὴ τῶν Ῥωμαίων ἐγκαρτερούντων καὶ παραμενόντων ἀπολίπωσιν αὐτόν, ἤδη τοῦ ἀέρος συνισταμένου μετὰ φθινοπωρινὴν ἰσημερίαν. [2] δόλον οὖν συντίθησι τοιόνδε. Πάρθων οἱ γνωριμώτατοι περὶ τὰς σιτολογίας καὶ τὰς ἄλλας ἀπαντήσεις μαλακώτερον τοῖς Ῥωμαίοις προσεφέροντο, λαμβάνειν τε παριέντες αὐτοῖς ἔνια καὶ τὴν ἀρετὴν ἐπαινοῦντες ὡς πολεμικωτάτων ἀνδρῶν καὶ θαυμαζομένων ὑπὸ τοῦ σφετέρου βασιλέως δικαίως. [3] ἐκ δὲ τούτου προσελαύνοντες ἐγγυτέρω καὶ τοὺς ἵππους ἀτρέμα παραβάλλοντες ἐλοιδόρουν τὸν Ἀντώνιον, ὅτι βουλομένῳ Φραάτῃ διαλλαγῆναι καὶ φείσασθαι τοιούτων ἀνδρῶν καὶ τοσούτων ἀφορμὴν οὐ δίδωσιν, ἀλλὰ τοὺς χαλεποὺς καὶ μεγάλους κάθηται πολεμίους ἀναμένων, λιμὸν καὶ χειμῶνα, δἰ ὧν ἔργον ἐστὶ καὶ προπεμπομένους ὑπὸ Πάρθων ἀποφεύγειν. πολλῶν δὲ ταῦτα πρὸς τὸν Ἀντώνιον ἀναφερόντων, μαλασσόμενος ὑπὸ τῆς ἐλπίδος ὅμως οὐ πρότερον ἐπεκηρυκεύσατο πρὸς τὸν Πάρθον πυθέσθαι τῶν φιλοφρονουμένων ἐκείνων βαρβάρων εἰ τοῦ βασιλέως ταῦτα φρονοῦντος διαλέγοιντο. [4] φασκόντων δὲ καὶ παρακαλούντων μὴ δεδιέναι μηδὲ ἀπιστεῖν, ἔπεμψέ τινας τῶν ἑταίρων πάλιν τὰς σημαίας ἀξιῶν ἀπολαβεῖν καὶ τοὺς αἰχμαλώτους, ὡς δὴ μὴ παντάπασιν ἀγαπᾶν τὸ σωθῆναι καὶ διαφυγεῖν νομισθείη. τοῦ δὲ Πάρθου ταῦτα μὲν ἐᾶν κελεύοντος, ἀπιόντι δὲ εὐθὺς εἰρήνην καὶ ἀσφάλειαν εἶναι φήσαντος, ὀλίγαις ἡμέραις συσκευασάμενος ἀνεζεύγνυεν. [5] ὢν δὲ καὶ δήμῳ πιθανὸς ἐντυχεῖν καὶ στρατὸν ἄγειν διὰ λόγου παρ᾽ ὁντινοῦν τῶν τότε πεφυκώς, ἐξέλιπεν αὐτὸς αἰσχύνῃ καὶ κατηφείᾳ τὸ παραθαρρῦναι τὸ πλῆθος, Δομίτιον δὲ Ἀηνόβαρβον ἐκέλευε τοῦτο ποιῆσαι. καί τινες μὲν ἠγανάκτησαν ὡς ὑπερορώμενοι, τὸ δὲ πλεῖστον ἐπεκλάσθη καὶ συνεφρόνησε τὴν αἰτίαν: διὸ καὶ μᾶλλον ᾤοντο δεῖν ἀνταιδεῖσθαι καὶ πείθεσθαι τῷ στρατηγῷ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: