Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐπιφανέντων δὲ λαμπρῶς τοῖς πολιορκοῦσι τῶν
Πάρθων καὶ χρωμένων ἀπειλαῖς πρὸς ὕβριν, οὐ
βουλόμενος Ἀντώνιος ἡσυχάζοντι τῷ στρατῷ τὸ
δυσθυμοῦν καὶ καταπεπληγμένον ἐμμένειν καὶ
αὔξεσθαι, δέκα τάγματα λαβὼν καὶ τρεῖς
στρατηγίδας σπείρας ὁπλιτῶν, τοὺς δ᾽ ἱππεῖς
ἅπαντας, ἐξήγαγε πρὸς σιτολογίαν, οἰόμενος
οὕτως ἂν ἐπισπασθέντων μάλιστα τῶν πολεμίων
ἐκ παρατάξεως μάχην γενέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.