Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ Φραάτου κτείναντος Ὑρώδην
τὸν πατέρα καὶ τὴν βασιλείαν κατασχόντος
ἄλλοι τε Πάρθων ἀπεδίδρασκον οὐκ ὀλίγοι, καὶ
Μοναίσης, ἀνὴρ ἐπιφανὴς καὶ δυνατός, ἧκε φεύγων
πρὸς Ἀντώνιον, τὰς μὲν ἐκείνου τύχας ταῖς
Θεμιστοκλέους εἰκάσας, περιουσίαν δὲ τὴν ἑαυτοῦ
καὶ μεγαλοφροσύνην τοῖς Περσῶν βασιλεῦσι
παραβαλών, ἐδωρήσατο τρεῖς πόλεις αὐτῷ, Λάρισσαν
καὶ Ἀρέθουσαν καὶ Ἱερὰν πόλιν, ἣν
Βαμβύκην πρότερον ἐκάλουν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.