Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τοῦτο τὸ ἔργον ἐν τοῖς ἀοιδιμωτάτοις γενόμενον
Ῥωμαίοις τε τῶν κατὰ Κράσσον ἀτυχημάτων
ἔκπλεω ποινὴν παρέσχε, καὶ Πάρθους αὖθις εἴσω
Μηδίας καὶ Μεσοποταμίας συνέστειλε, τρισὶ
μάχαις ἐφεξῆς κατὰ κράτος ἡττημένους. Οὐεντίδιος
δὲ Πάρθους μὲν προσωτέρω διώκειν ἀπέγνω,
φθόνον Ἀντωνίου δείσας, τοὺς δὲ ἀφεστῶτας
ἐπιὼν κατεστρέφετο καὶ τὸν Κομμαγηνὸν Ἀντίοχον
ἐν πόλει Σαμοσάτοις ἐπολιόρκει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.