Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἦν γάρ
τις ἀνὴρ σὺν αὐτῷ μαντικὸς ἀπ᾽ Αἰγύπτου τῶν
τὰς γενέσεις ἐπισκοπούντων, ὃς εἴτε Κλεοπάτρᾳ
χαριζόμενος εἴτε χρώμενος ἀληθείᾳ πρὸς τὸν
Ἀντώνιον ἐπαρρησιάζετο, λέγων τὴν τύχην αὐτοῦ
λαμπροτάτην οὖσαν καὶ μεγίστην ὑπὸ τῆς Καίσαρος
ἀμαυροῦσθαι, καὶ συνεβούλευε πορρωτάτω
τοῦ νεανίσκου ποιεῖν ἑαυτόν. ‘ὁ γὰρ σός,’
ἔφη, ‘δαίμων τὸν τούτου φοβεῖται: καὶ γαῦρος
ὢν καὶ ὑψηλὸς ὅταν ᾖ καθ᾽ ἑαυτόν, ὑπ᾽ ἐκείνου
γίνεται ταπεινότερος ἐγγίσαντος καὶ ἀγεννέστερος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.