Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
κληρουμένων δὲ πρῶτος
ἑστιᾶν αὐτοὺς ἔλαχε Πομπήϊος. ἐρομένου δὲ
αὐτὸν Ἀντωνίου, ποῦ δειπνήσουσιν, ‘ἐνταῦθα,’
ἔφη, δείξας τὴν στρατηγίδα ναῦν οὖσαν ἑξήρη
‘πατρῷος γὰρ οἶκος αὕτη Πομπηΐῳ λέλειπται.’
ταῦτα δὲ εἰς τὸν Ἀντώνιον ὀνειδίζων ἔλεγεν, ἐπεὶ
τὴν Πομπηΐου τοῦ πατρὸς γενομένην οἰκίαν ἐκεῖνος
εἶχεν. ὁρμίσας δὲ τὴν ναῦν ἐπ᾽ ἀγκυρῶν καὶ
διάβασίν τινα γεφυρώσας ἀπὸ τῆς ἄκρας ἀνελάμβανεν
αὐτοὺς προθύμως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.