previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32. Σέξτου δὲ Πομπηΐου Σικελίαν μὲν ἔχοντος, Ἰταλίαν δὲ πορθοῦντος, ληστρίσι δὲ ναυσὶ πολλαῖς, ὧν Μηνᾶς πειρατὴς καὶ Μενεκράτης ἦρχον, ἄπλουν τὴν θάλασσαν πεποιηκότος, Ἀντωνίῳ δὲ κεχρῆσθαι δοκοῦντος φιλανθρώπως ῾ὑπεδέξατο γὰρ αὐτοῦ τὴν μητέρα τῇ Φουλβίᾳ συνεκπεσοῦσαν̓, ἔδοξε καὶ πρὸς τοῦτον διαλυθῆναι. [2] καὶ συνῆλθον εἰς ταὐτὸν κατὰ τὴν ἐν Μισηνοῖς ἄκραν καὶ τὸ χῶμα, Πομπηΐῳ μὲν τοῦ στόλου παρορμοῦντος, Ἀντωνίῳ δὲ καὶ Καίσαρι τῶν πεζῶν παρακεκριμένων. ἐπεὶ δὲ συνέθεντο Πομπήϊον ἔχοντα Σαρδόνα καὶ Σικελίαν καθαράν τε λῃστηρίων παρέχειν τὴν θάλατταν καὶ σίτου τι τεταγμένον ἀποστέλλειν εἰς Ῥώμην, ἐκάλουν ἐπὶ δεῖπνον ἀλλήλους. [3] κληρουμένων δὲ πρῶτος ἑστιᾶν αὐτοὺς ἔλαχε Πομπήϊος. ἐρομένου δὲ αὐτὸν Ἀντωνίου, ποῦ δειπνήσουσιν, ‘ἐνταῦθα,’ ἔφη, δείξας τὴν στρατηγίδα ναῦν οὖσαν ἑξήρηπατρῷος γὰρ οἶκος αὕτη Πομπηΐῳ λέλειπται.’ ταῦτα δὲ εἰς τὸν Ἀντώνιον ὀνειδίζων ἔλεγεν, ἐπεὶ τὴν Πομπηΐου τοῦ πατρὸς γενομένην οἰκίαν ἐκεῖνος εἶχεν. ὁρμίσας δὲ τὴν ναῦν ἐπ᾽ ἀγκυρῶν καὶ διάβασίν τινα γεφυρώσας ἀπὸ τῆς ἄκρας ἀνελάμβανεν αὐτοὺς προθύμως. [4] ἀκμαζούσης δὲ τῆς συνουσίας καὶ τῶν εἰς Κλεοπάτραν καὶ Ἀντώνιον ἀνθούντων σκωμμάτων, Μηνᾶς πειρατὴς τῷ Πομπηΐῳ προσελθὼν ὡς μὴ κατακούειν ἐκείνους, ‘βούλει,’ φησί, ‘τὰς ἀγκύρας τῆς νεὼς ὑποτέμω καὶ ποιήσω σε μὴ Σικελίας καὶ Σαρδόνος, ἀλλὰ τῆς Ῥωμαίων κύριον ἡγεμονίας;’ [5] δὲ Πομπήϊος ἀκούσας καὶ πρὸς αὑτῷ γενόμενος βραχὺν χρόνον, ‘ἔδει σε,’ φησίν, ‘ Μηνᾶ, τοῦτο ἐμοὶ μὴ προειπόντα ποιῆσαι: νυνὶ δὲ τὰ παρόντα στέργωμεν: ἐπιορκεῖν γὰρ οὐκ ἐμόν.’ οὗτος μὲν οὖν πάλιν ἀνθεστιαθεὶς ὑπ᾽ ἀμφοτέρων εἰς τὴν Σικελίαν ἀπέπλευσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: