previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

29. δὲ Κλεοπάτρα τὴν κολακείαν οὐχ, ὥσπερ Πλάτων φησί, τετραχῆ, πολλαχῆ δὲ διελοῦσα, καὶ σπουδῆς ἁπτομένῳ καὶ παιδιᾶς ἀεί τινα καινὴν ἡδονὴν ἐπιφέρουσα καὶ χάριν, διεπαιδαγώγει τὸν Ἀντώνιον οὔτε νυκτὸς οὔτε ἡμέρας ἀνιεῖσα. καὶ γὰρ συνεκύβευε καὶ συνέπινε καὶ συνεθήρευε καὶ γυμναζόμενον ἐν ὅπλοις ἐθεᾶτο, καὶ νύκτωρ προσισταμένῳ θύραις καὶ θυρίσι δημοτῶν καὶ σκώπτοντι τοὺς ἔνδον συνεπλανᾶτο καὶ συνήλυε θεραπαινιδίου στολὴν λαμβάνουσα [2] καὶ γὰρ ἐκεῖνος οὕτως ἐπειρᾶτο σκευάζειν ἑαυτόν. ὅθεν ἀεὶ σκωμμάτων, πολλάκις δὲ καὶ πληγῶν ἀπολαύσας ἐπανήρχετο: τοῖς δὲ πλείστοις ἦν δἰ ὑπονοίας. οὐ μὴν ἀλλὰ προσέχαιρον αὐτοῦ τῇ βωμολοχίᾳ καὶ συνέπαιζον οὐκ ἀρρύθμως οὐδὲ ἀμούσως οἱ Ἀλεξανδρεῖς, ἀγαπῶντες καὶ λέγοντες ὡς τῷ τραγικῷ πρὸς τοὺς Ῥωμαίους χρῆται προσώπῳ, τῷ δὲ κωμικῷ πρὸς αὐτούς.

[3] τὰ μὲν οὖν πολλὰ τῶν ὑπ᾽ αὐτοῦ παιζομένων διηγεῖσθαι πολὺς ἂν εἴη φλύαρος: ἐπεὶ δὲ ἁλιεύων ποτὲ καὶ δυσαγρῶν ἤχθετο παρούσης τῆς Κλεοπάτρας, ἐκέλευσε τοὺς ἁλιεῖς ὑπονηξαμένους κρύφα τῷ ἀγκίστρῳ περικαθάπτειν ἰχθῦς τῶν προεαλωκότων, καὶ δὶς τρὶς ἀνασπάσας οὐκ ἔλαθε τὴν Αἰγυπτίαν. προσποιουμένη δὲ θαυμάζειν τοῖς φίλοις διηγεῖτο, καὶ παρεκάλει τῇ ὑστεραίᾳ γενέσθαι θεατάς. [4] ἐμβάντων δὲ πολλῶν εἰς τὰς ἁλιάδας καὶ τοῦ Ἀντωνίου τὴν ὁρμιὰν καθέντος, ἐκέλευσέ τινα τῶν αὑτῆς ὑποφθάσαντα καὶ προσνηξάμενον τῷ ἀγκίστρῳ περιπεῖραι Ποντικὸν τάριχος. ὡς δὲ ἔχειν πεισθεὶς Ἀντώνιος ἀνεῖλκε, γέλωτος, οἷον εἰκός, γενομένου, ‘παράδος ἡμῖν,’ ἔφη, ‘τὸν κάλαμον, αὐτόκρατορ, τοῖς Φαρίταις καὶ Κανωβίταις ἁλιεῦσιν:1 δὲ σὴ θήρα πόλεις εἰσὶ καὶ βασιλεῖαι καὶ ἤπειροι.’

1 ἁλιεῦσιν Bekker, after Hü llman: βασιλεῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: