Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
εὐθὺς οὖν τινὰ βουλόμενος εὐκολίαν ἐπιδείκνυσθαι
καὶ φιλοφροσύνην ὑπήκουσε καὶ ἦλθεν. ἐντυχὼν
δὲ παρασκευῇ λόγου κρείττονι μάλιστα τῶν
φώτων τὸ πλῆθος ἐξεπλάγη. τοσαῦτα γὰρ λέγεται
καθίεσθαι καὶ ἀναφαίνεσθαι πανταχόθεν
ἅμα, καὶ τοιαύταις πρὸς ἄλληλα κλίσεσι καὶ
θέσεσι διακεκοσμημένα καὶ συντεταγμένα πλαισίων
καὶ περιφερῶν τρόπῳ, ὥστε τῶν ἐν ὀλίγοις
ἀξιοθεάτων καὶ καλῶν ἐκείνην γενέσθαι τὴν ὄψιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.