Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἡ δὲ καὶ Δελλίῳ πεισθεῖσα, καὶ
τοῖς πρὸς Καίσαρα καὶ Γναῖον τὸν Πομπηΐου
παῖδα πρότερον αὐτῇ γενομένοις ἀφ᾽ ὥρας συμβολαίοις
τεκμαιρομένη, ῥᾷον ἤλπιζεν ὑπάξεσθαι
τὸν Ἀντώνιον. ἐκεῖνοι μὲν γὰρ αὐτὴν ἔτι κόρην
καὶ πραγμάτων ἄπειρον ἔγνωσαν, πρὸς δὲ τοῦτον
ἔμελλε φοιτήσειν ἐν ᾧ μάλιστα καιροῦ γυναῖκες
ὥραν τε λαμπροτάτην ἔχουσι καὶ τὸ φρονεῖν
ἀκμάζουσι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.