Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἐτρέψατο
τούτῳ δεινῶς τὸν Ἀντώνιον: ἠγνόει γὰρ τὰ πολλὰ
τῶν γιγνομένων, οὐχ οὕτω ῥᾴθυμος ὤν, ὡς δἰ
ἁπλότητα πιστεύων τοῖς περὶ αὑτόν.
ἐνῆν γὰρ ἁπλότης τῷ ἤθει καὶ βραδεῖα μὲν
αἴσθησις, αἰσθανομένῳ δὲ τῶν ἁμαρτανομένων
ἰσχυρὰ μετάνοια καὶ πρὸς αὐτοὺς ἐξομολόγησις
τοὺς ἀγνωμονηθέντας, μέγεθος δὲ καὶ περὶ τὰς
ἀμοιβὰς καὶ περὶ τὰς τιμωρίας. μᾶλλόν γε μὴν
ἐδόκει χαριζόμενος ἢ κολάζων ὑπερβάλλειν τὸ μέτριον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.