previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. ὡς μέντοι διαβάντες ἥψαντο πολέμου καὶ παρεστρατοπέδευσαν τοῖς πολεμίοις, Ἀντωνίου μὲν ἀντιτεταγμένου Κασσίῳ, Βρούτῳ δὲ Καίσαρος, οὐθὲν ἔργον ἐφάνη μέγα τοῦ Καίσαρος, ἀλλ᾽ Ἀντώνιος ἦν νικῶν πάντα καὶ κατορθῶν. [2] τῇ μέν γε προτέρᾳ μάχῃ Καῖσαρ ὑπὸ Βρούτου κατὰ κράτος ἡττηθεὶς ἀπέβαλε τὸ στρατόπεδον, καὶ μικρὸν ἔφθη τοὺς διώκοντας ὑπεκφυγών: ὡς δὲ αὐτὸς ἐν τοῖς ὑπομνήμασι γέγραφε, τῶν φίλων τινὸς ὄναρ ἰδόντος ἀνεχώρησε πρὸ τῆς μάχης. [3] Ἀντώνιος δὲ Κάσσιον ἐνίκησε: καίτοι γεγράφασιν ἔνιοι μὴ παραγενέσθαι τῇ μάχῃ τὸν Ἀντώνιον, ἀλλὰ προσγενέσθαι μετὰ τὴν μάχην ἤδη διώκουσι. Κάσσιον δὲ Πίνδαρος τῶν πιστῶν τις ἀπελευθέρων αὐτοῦ δεομένου καὶ κελεύοντος ἔσφαξεν: οὐ γὰρ ἔγνω νενικηκότα Βροῦτον. [4] ὀλίγων δὲ ἡμερῶν διαγενομένων πάλιν ἐμαχέσαντο: καὶ Βροῦτος μὲν ἡττηθεὶς ἑαυτὸν ἀνεῖλεν, Ἀντώνιος δὲ τῆς νίκης ἠνέγκατο τῇ δόξῃ τὸ πλεῖστον, ἅτε δὴ καὶ νοσοῦντος τοῦ Καίσαρος. ἐπιστὰς δὲ τῷ Βρούτου νεκρῷ μικρὰ μὲν ὠνείδισεν ὑπὲρ τῆς Γαΐου τοῦ ἀδελφοῦ τελευτῆς ῾ἀνῃρήκει γὰρ ἐκεῖ νον Βροῦτος ἐν Μακεδονίᾳ Κικέρωνι τιμωρῶν̓, φήσας δὲ μᾶλλον Ὁρτήσιον Βροῦτον αἰτιᾶσθαι τῆς τοῦ ἀδελφοῦ σφαγῆς Ὁρτήσιον μὲν ἐκέλευσεν ἐπισφάξαι τῷ μνήματι, Βρούτῳ δὲ τὴν αὑτοῦ φοινικίδα πολλῶν χρημάτων ἀξίαν οὖσαν ἐπέρριψε, καὶ τῶν ἀπελευθέρων τινὶ τῶν ἑαυτοῦ προσέταξε τῆς ταφῆς ἐπιμεληθῆναι. τοῦτον ὕστερον γνοὺς οὐ συγκατακαύσαντα τὴν φοινικίδα τῷ νεκρῷ καὶ πολλὰ τῆς εἰς τὴν ταφὴν δαπάνης ὑφῃρημένον ἀπέκτεινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: