Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἦν δὲ ὁρμὴ τοῖς ἐπέκεινα στρατεύμασιν
ἐντυχεῖν, ὧν Λέπιδος ἦρχε, φίλος εἶναι
δοκῶν Ἀντωνίου καὶ πολλὰ τῆς Καίσαρος φιλίας
ἀπολελαυκέναι δἰ αὐτόν. ἐλθὼν δὲ καὶ παραστρατοπεδεύσας
πλησίον, ὡς οὐθὲν ἀπήντα
φιλάνθρωπον, ἔγνω παραβαλέσθαι. καὶ κόμη
μὲν ἀτημελὴς καὶ βαθὺς πώγων μετὰ τὴν ἧτταν
εὐθὺς ἦν αὐτῷ καθειμένος, λαβὼν δὲ φαιὸν
ἱμάτιον ἐγγὺς προσῆγε τῷ χάρακι τοῦ Λεπίδου
καὶ λέγειν ἤρξατο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.