Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῶν δ᾽ ἐν τῇ πόλει Κικέρων μέγιστον
δυνάμενος, καὶ παροξύνων ἐπὶ τὸν Ἀντώνιον
ἅπαντας ἀνθρώπους, τέλος ἔπεισε τὴν βουλὴν
ἐκεῖνον μὲν πολέμιον ψηφίσασθαι, Καίσαρι δὲ
ῥαβδουχίαν πέμψαι καὶ στρατηγικὰ κόσμια,
Πάνσαν δὲ καὶ Ἵρτιον ἀποστέλλειν ἐξελῶντας
Ἀντώνιον ἐκ τῆς Ἰταλίας. οὗτοι δὲ ἦσαν ὕπατοι
τότε: καὶ συμβαλόντες Ἀντωνίῳ περὶ πόλιν
Μυτίνην, Καίσαρος παρόντος καὶ συμμαχομένου,
τοὺς μὲν πολεμίους ἐνίκων, αὐτοὶ δὲ ἀπέθανον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.