previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

14. τούτων δὲ πραττομένων ὡς συνετέθη, καὶ πεσόντος ἐν τῇ βουλῇ τοῦ Καίσαρος, εὐθὺς μὲν Ἀντώνιος ἐσθῆτα θεράποντος μεταλαβὼν ἔκρυψεν αὑτόν. ὡς δ᾽ ἔγνω τοὺς ἄνδρας ἐπιχειροῦντας μὲν οὐδενί, συνηθροισμένους δὲ εἰς τὸ Καπιτώλιον, ἔπεισε καταβῆναι λαβόντας ὅμηρον παρ᾽ αὐτοῦ τὸν υἱόν: καὶ Κάσσιον μὲν αὐτὸς ἐδείπνισε, Βροῦτον δὲ Λέπιδος. [2] συναγαγὼν δὲ βουλὴν αὐτὸς μὲν ὑπὲρ ἀμνηστίας εἶπε καὶ διανομῆς ἐπαρχιῶν τοῖς περὶ Κάσσιον καὶ Βροῦτον, δὲ σύγκλητος ἐκύρωσε ταῦτα καὶ τῶν ὑπὸ Καίσαρος γεγονότων ἐψηφίσαντο μηδὲν ἀλλάττειν. ἐξῄει δὲ τῆς βουλῆς λαμπρότατος ἀνθρώπων Ἀντώνιος, ἀνῃρηκέναι δοκῶν ἐμφύλιον πόλεμον καὶ πράγμασι δυσκολίας ἔχουσι καὶ ταραχὰς οὐ τὰς τυχούσας ἐμφρονέστατα κεχρῆσθαι καὶ πολιτικώτατα.

[3] τούτων μέντοι ταχὺ τῶν λογισμῶν ἐξέσεισεν αὐτὸν παρὰ τῶν ὄχλων δόξα, πρῶτον ἐλπίσαντα βεβαίως ἔσεσθαι Βρούτου καταλυθέντος. ἔτυχε μὲν οὖν ἐκκομιζομένου Καίσαρος, ὥσπερ ἔθος ἦν, ἐν ἀγορᾷ διεξιὼν ἐγκώμιον: ὁρῶν δὲ τὸν δῆμον ὑπερφυῶς ἀγόμενον καὶ κηλούμενον ἐνέμιξε τοῖς ἐπαίνοις οἶκτον ἅμα καὶ δείνωσιν ἐπὶ τῷ πάθει, καὶ τῷ λόγῳ τελευτῶντι1 τούς τε χιτωνίσκους τοῦ τεθνηκοτος ᾑμαγμένους καὶ διακεκομμένους τοῖς ξίφεσιν ἀνασείων, [4] καὶ τοὺς εἰργασμένους ταῦτα καλῶν παλαμναίους καὶ ἀνδροφόνους, τοσοῦτον ὀργῆς ἐνέβαλε τοῖς ἀνθρώποις ὥστε τὸ μὲν σῶμα τοῦ Καίσαρος ἐν ἀγορᾷ καθαγίσαι, συνενεγκαμένους τὰ βάθρα καὶ τὰς τραπέζας, ἁρπάζοντας δὲ τοὺς ἀπὸ τῆς πυρᾶς δαλοὺς ἐπὶ τὰς οἰκίας θεῖν τῶν ἀπεκτονότων καὶ προσμάχεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: