Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐ μὴν ἀλλὰ κἀκείνην ἐπειρᾶτο προσπαίζων
καὶ μειρακιευόμενος ἱλαρωτέραν ποιεῖν ὁ Ἀντώνιος:
οἷον ὅτε, Καίσαρι πολλῶν ἀπαντώντων μετὰ
τὴν ἐν Ἰβηρίᾳ νίκην, καὶ αὐτὸς ἐξῆλθεν. εἶτα
ἄφνω φήμης εἰς τὴν Ἰταλίαν ἐμπεσούσης ὡς ἐπίασιν
οἱ πολέμιοι Καίσαρος τεθνηκότος, ἀνέστρεψεν
εἰς Ῥώμην. λαβὼν δὲ θεράποντος ἐσθῆτα
νύκτωρ ἐπὶ τὴν οἰκίαν ἦλθε, καὶ φήσας ἐπιστολὴν
Φουλβίᾳ παρ᾽ Ἀντωνίου κομίζειν εἰσήχθη πρὸς
αὐτὴν ἐγκεκαλυμμένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.