next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. Ἀντωνίου πάππος μὲν ἦν ῥήτωρ Ἀντώνιος, ὃν τῆς Σύλλα γενόμενον στάσεως Μάριος ἀπέκτεινε, πατὴρ δὲ Κρητικὸς ἐπικληθεὶς Ἀντώνιος, οὐχ οὕτω μὲν εὐδόκιμος ἐν τοῖς πολιτικοῖς ἀνὴρ οὐδὲ λαμπρός, εὐγνώμων δὲ καὶ χρηστός, ἄλλως τε καὶ πρὸς τὰς μεταδόσεις ἐλευθέριος, ὡς ἀφ᾽ ἑνὸς ἄν τις ἔργου καταμάθοι. [2] κεκτημένος γὰρ οὐ πολλὰ καὶ διὰ τοῦτο τῇ φιλανθρωπίᾳ χρῆσθαι κωλυόμενος ὑπὸ τῆς γυναικός, ἐπεί τις ἀφίκετο τῶν συνήθων πρὸς αὐτὸν ἀργυρίου δεόμενος, ἀργύριον μὲν οὐκ εἶχε, παιδαρίῳ δὲ προσέταξεν εἰς ἀργυροῦν σκύφον ὕδωρ ἐμβαλόντι κομίσαι: καὶ κομίσαντος, ὡς ξύρεσθαι μέλλων κατέβρεχε τὰ γένεια. [3] τοῦ δὲ παιδαρίου καθ᾽ ἑτέραν πρόφασιν ἐκποδὼν γενομένου, τὸν μὲν σκύφον ἔδωκε τῷ φίλῳ χρῆσθαι κελεύσας, ζητήσεως δὲ πολλῆς ἐν τοῖς οἰκέταις οὔσης ὁρῶν χαλεπαίνουσαν τὴν γυναῖκα καὶ βουλομένην καθ᾽ ἕκαστον ἐξετάζειν ὡμολόγησε, συγγνώμην ἔχειν δεηθείς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: