Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ μόνον δὲ τούτοις τοῖς θεάμασιν ἐλύπει
τοὺς ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν
καὶ δίαιταν ἐβαρύνοντο: καὶ μάλιστα δὴ τὸ
δυσόμιλον αὐτοῦ καὶ δυσπρόσοδον. ἢ γὰρ οὐ
παρεῖχε καιρὸν ἐντυχεῖν, ἢ χαλεπὸς ἦν καὶ τραχὺς
ἐντυγχάνουσιν. Ἀθηναίων μὲν γάρ, περὶ οὓς
ἐσπουδάκει μάλιστα τῶν Ἑλλήνων, ἔτη δύο πρεσβείαν
κατέσχεν: ἐκ Λακεδαίμονος δὲ ἑνὸς πρεσβευτοῦ
παραγενομένου καταφρονεῖσθαι δοκῶν
ἠγανάκτησεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.