Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τῶν δὲ
Βοιωτῶν ἐρρωμένως ἀμυνομένων καὶ τοῦ Δημητρίου
πολλάκις φιλονεικίας ἕνεκα μᾶλλον ἢ
χρείας μάχεσθαι καὶ κινδυνεύειν τοὺς στρατιώτας
ἀναγκάζοντος, ὁρῶν ὁ Ἀντίγονος πίπτοντας οὐκ
ὀλίγους καὶ περιπαθῶν, ‘τί, ὦ πάτερ,’ ἔφη,
‘παραναλισκομένους οὐκ ἀναγκαίως τούτους
περιορῶμεν;’ ὁ δὲ παροξυνθείς, ‘σὺ δέ,’ ἔφη,
‘τί δυσχεραίνεις; ἢ διάμετρον ὀφείλεις τοῖς
ἀποθνήσκουσιν;’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.