Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἀκούσας δὲ τὸν λόγον ὁ Βόκχωρις ἐκέλευσε
τὸν ἄνθρωπον ὅσον ᾐτήθη χρυσίον ἠριθμημένον
ἐν τῷ ἀγγείῳ διαφέρειν δεῦρο κᾀκεῖσε τῇ
χειρί, τὴν δὲ ἑταίραν ἔχεσθαι τῆς σκιᾶς, ὡς τὴν
δόξαν τῆς ἀληθείας σκιὰν οὖσαν. οὐκ ᾤετο
ταύτην εἶναι τὴν κρίσιν ἡ Λάμια δικαίαν: οὐ γὰρ
ἀπέλυσεν ἡ σκιὰ τῆς ἐπιθυμίας τοῦ ἀργυρίου τὴν
ἑταίραν, τὸ δὲ ὄναρ ἔπαυσεν ἐρῶντα τὸν νεανίσκον.
ταῦτα μὲν οὖν περὶ Λαμίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.