Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐ μικρὰ δὲ πρὸς τὸ
πείθειν ὑπῆρχεν ἐκ τοῦ ὑποκρίνεσθαι ῥοπὴ τῷ Κικέρωνι. καὶ τούς γε τῷ
βοᾶν μεγάλα χρωμένους 1 ῥήτορας ἐπισκώπτων ἔλεγε δι᾽ ἀσθένειαν ἐπὶ τὴν
κραυγὴν ὥσπερ χωλοὺς ἐφ᾽ ἵππον πηδᾶν. ἡ δὲ περὶ τὰ σκώμματα καὶ τὴν
παιδιὰν ταύτην εὐτραπελία δικανικὸν μὲν ἐδόκει καὶ γλαφυρὸν, χρώμενος δ᾽
αὐτῇ κατακόρως πολλοὺς ἐλύπει καὶ κακοηθείας ἐλάμβανε δόξαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.