Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τόν γε πρῶτον ἐν
Ῥώμῃ χρόνον εὐλαβῶς διῆγε καὶ ταῖς ἀρχαῖς ὀκνηρῶς προσῄει καὶ
παρημελεῖτο, ταῦτα δὴ τὰ Ῥωμαίων τοῖς βαναυσοτάτοις πρόχειρα καὶ συνήθη
ῥήματα, Γραικὸς καὶ σχολαστικὸς ἀκούων. ἐπεὶ δὲ φύσει φιλότιμος ὢν
καὶ παροξυνόμενος ὑπὸ τοῦ πατρὸς καὶ τῶν φίλων ἐπέδωκεν εἰς τὸ
συνηγορεῖν ἑαυτόν, οὐκ ἠρέμα τῷ πρωτείῳ προσῆγεν, ἀλλ᾽ εὐθὺς ἐξέλαμψε
τῇ δόξῃ καὶ διέφερε πολὺ τῶν ἀγωνιζομένων ἐπ᾽ ἀγορᾶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.