Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ἔχει δ᾽ ὁ τόπος καὶ ναὸν Ἀπόλλωνος μικρὸν
ὑπὲρ τῆς θαλάττης. ἐντεῦθεν ἀρθέντες ἀθρόοι κόρακες ὑπὸ κλαγγῆς
προσεφέροντο τῷ πλοίῳ τοῦ Κικέρωνος ἐπὶ γῆν ἐρεσσομένῳ: καὶ
καθίσαντες ἐπὶ τὴν κεραίαν ἑκατέρωθεν οἱ μὲν ἐβόων, οἱ δ᾽ ἔκοπτον τὰς
τῶν μηρυμάτων ἀρχάς, καὶ πᾶσιν ἐδόκει τὸ σημεῖον εἶναι πονηρόν. ἀπέβη
δ᾽ οὖν ὁ Κικέρων, καὶ παρελθὼν εἷς τὴν ἔπαυλιν ὡς ἀναπαυσόμενος
κατεκλίθη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.