Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ὁ μὲν οὖν Κόιντος οὐ πολλαῖς ὕστερον
ἡμέραις ὑπὸ τῶν οἰκετῶν προδοθεὶς τοῖς ζητοῦσιν ἀνῃρέθη μετὰ τοῦ
παιδός. ὁ δὲ Κικέρων εἷς Ἄστυρα κομισθεὶς καὶ πλοῖον εὑρών εὐθὺς
ἐνέβη καὶ παρέπλευσεν ἄχρι Κιρκαίου, πνεύματι
χρώμενος. ἐκεῖθεν δὲ βουλομένων εὐθὺς αἴρειν τῶν κυβερνητῶν, εἴτε
δείσας τὴν θάλασσαν εἴτ᾽ οὔπω παντάπασι τὴν Καίσαρος ἀπεγνωκὼς πίστιν,
ἀπέβη καὶ παρῆλθε πεζῇ σταδίους ἑκατὸν ὡς εἷς Ῥώμην πορευόμενος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.