Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰ μὲν οὖν κατ᾽ οἶκον οὕτως εἶχε τῷ
Κικέρωνι. τῆς δ᾽ ἐπὶ Καίσαρα συνισταμένης πράξεως οὐ μετέσχε, καίπερ ὢν
ἑταῖρος ἐν τοῖς μάλιστα Βρούτου καὶ βαρύνεσθαι τὰ παρόντα καὶ τὰ πάλαι
ποθεῖν πράγματα δοκῶν ὡς ἕτερος οὐδείς. ἀλλ᾽ ἔδεισαν οἱ ἄνδρες αὐτοῦ
τήν τε φύσιν ὡς ἐνδεᾶ τόλμης, τόν τε χρόνον, ἐν ᾧ καὶ ταῖς
ἐρρωμενεστάταις φύσεσιν ἐπιλείπει τὸ θαρρεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.