Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
πρῶτον
μὲν γὰρ ἀπεπέμψατο τὴν γυναῖκα Τερεντίαν ἀμεληθεὶς ὑπ᾽ αὐτῆς παρὰ τὸν
πόλεμον, ὥστε καὶ τῶν ἀναγκαίων ἐφοδίων ἐνδεὴς ἀποσταλῆναι καὶ μηδ᾽
ὅτε κατῆρεν αὖθις εἰς Ἰταλίαν τυχεῖν εὐγνώμονος, αὐτὴ μὲν γὰρ οὐκ
ἦλθεν, ἐν Βρεντεσίῳ διατρίβοντος αὐτοῦ πολὺν χρόνον, ἐρχομένῃ δὲ τῇ
θυγατρί, παιδίσκῃ νέᾳ, τοσαύτην ὁδὸν, οὐ πομπὴν πρέπουσαν, οὐ χορηγίαν
παρέσχεν, ἀλλὰ καὶ τὴν οἰκίαν τῷ Κικέρωνι πάντων ἔρημον καὶ κενὴν
ἀπέδειξεν ἐπὶ πολλοῖς ὀφλήμασι καὶ μεγάλοις .
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.