Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
τὴν ἐπανόρθωσιν ἐπεὶ δ᾽ ἐμελέτησε, τοὺς
μὲν ἄλλους ἐκπεπλῆχθαι καὶ διαμιλλᾶσθαι πρὸς ἀλλήλους τοῖς ἐπαίνοις,
τὸν δ᾽ Ἀπολλώνιον οὔτ᾽ ἀκροώμενον αὐτοῦ διαχυθῆναι καὶ παυσαμένου
σύννουν καθέζεσθαι πολὺν χρόνον, ἀχθομένου δὲ τοῦ
Κικέρωνος εἰπεῖν: ‘σὲ μὲν, ὦ Κικέρων, ἐπαινῶ καὶ
θαυμάζω, τῆς δὲ Ἑλλάδος οἰκτείρω τὴν τύχην, ὁρῶν, ἃ μόνα τῶν
καλῶν ἡμῖν ὑπελείπετο, καὶ ταῦτα Ῥωμαίοις διὰ σοῦ προσγενόμενα,
παιδείαν καὶ λόγον.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.