Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
οὗτοί τε δὴ τοῦ Κικέρωνος ἀνέστρεφον οἱ
λόγοι τὴν γνώμην, καὶ τὸ μέγα μηδὲν αὐτῷ χρῆσθαι
Πομπήιον. αἴτιος δ᾽ ἦν αὐτός οὐκ ἀρνούμενος μεταμέλεσθαι, φλαυρίζων δὲ
τοῦ Πομπηίου τὴν παρασκευήν καὶ πρὸς τὰ βουλεύματα δυσκολαίνων ὑπούλως,
καὶ τοῦ παρασκώπτειν τι καὶ λέγειν χαρίεν εἰς τοὺς συμμάχους οὐκ
ἀπεχόμενος, ἀλλ᾽ αὐτός μὲν ἀγέλαστος ἀεὶ περιιὼν ἐν τῷ στρατοπέδῳ
καὶ σκυθρωπός, ἑτέροις δὲ παρέχων γέλωτα μηδὲν δεομένοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.