Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Μάρκου δὲ Γελλίου δοκοῦντος οὐκ ἐξ
ἐλευθέρων γεγονέναι, λαμπρᾷ δὲ τῇ φωνῇ καὶ μεγάλῃ γράμματα πρὸς τὴν
σύγκλητον ἐξαναγνόντος, ‘μὴ θαυμάζετε,’ εἶπε, ‘καὶ αὐτὸς εἷς ἐστι τῶν ἀναπεφωνηκότων.’ ἐπεὶ
δὲ Φαῦστος ὁ Σύλλα τοῦ μοναρχήσαντος ἐν Ῥώμῃ καὶ πολλοὺς ἐπὶ
θανάτῳ προγράψαντος ἐν δανείοις γενόμενος καὶ πολλὰ τῆς οὐσίας
διασπαθήσας ἀπάρτιον προέγραψε, ταύτην ἔφη μᾶλλον αὐτῷ τὴν προγραφὴν
ἀρέσκειν ἢ τὴν πατρῴαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.