Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
νεανίσκου δέ τινος αἰτίαν ἔχοντος ἐν
πλακοῦντι φάρμακον τῷ πατρὶ δεδωκέναι [p. 148] θρασυνομένου καί
λέγοντος ὅτι λοιδορήσει τὸν Κικέρωνα, ‘τοῦτο,’ ἔφη, ‘παρὰ σοῦ
βούλομαι μᾶλλον ἢ πλακοῦντα.’ Ποπλίου δὲ Σηστίου συνήγορον μὲν
αὐτὸν ἔν τινι δίκῃ παραλαβόντος μεθ᾽ ἑτέρων, αὐτοῦ δὲ πάντα βουλομένου
λέγειν καί μηδενὶ παριέντος εἰπεῖν, ὡς δῆλος ἦν ἀφιέμενος ὑπὸ τῶν
δικαστῶν ἤδη τῆς ψήφου φερομένης, ‘χρῶ σήμερον,’
ἔφη, ‘τῷ καιρῷ, Σήστιε ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.