Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ μὴν ἀλλ᾽ ἦσαν οἱ τὸν Κικέρωνα
παρεσκευασμένοι καὶ λέγειν ἐπὶ τούτοις καὶ [p. 138] ποιεῖν κακῶς,
ἔχοντες ἡγεμόνας τῶν εἰς τὸ μέλλον ἀρχόντων Καίσαρα μὲν στρατηγοῦντα,
Μέτελλον δὲ καὶ Βηστίαν δημαρχοῦντας. οἳ τὴν ἀρχὴν παραλαβόντες, ἔτι
τοῦ Κικέρωνος ἡμέρας ὀλίγας ἄρχοντος, οὐκ εἴων δημηγορεῖν αὐτόν, ἀλλ᾽
ὑπὲρ τῶν ἐμβόλων βάθρα θέντες οὐ παρίεσαν οὐδ᾽ ἐπέτρεπον λέγειν, ἀλλ᾽
ἐκέλευον, εἰ βούλοιτο, μόνον περὶ τῆς ἀρχῆς ἀπομόσαντα καταβαίνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.