Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
οὐ
γὰρ τὸ κωλῦσαι τὰ πραττόμενα καὶ κολάσαι τοὺς πράττοντας ἐδόκει
θαυμαστόν, ἀλλ᾽ ὅτι μέγιστον τῶν πώποτε νεωτερισμῶν
οὗτος ἐλαχίστοις κακοῖς ἄνευ στάσεως καὶ ταραχῆς κατέσβεσε. καὶ γὰρ τὸν
Κατιλίναν οἱ πλεῖστοι τῶν συνερρυηκότων πρὸς αὐτὸν ἅμα τῷ πυθέσθαι τὰ
περὶ Λέντλον καὶ Κέθηγον ἐγκαταλιπόντες ᾤχοντο: καὶ μετὰ τῶν
συμμεμενηκότων αὐτῷ διαγωνισάμενος πρὸς Ἀντώνιον αὐτός τε διεφθάρη καὶ
τὸ στρατόπεδον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.