Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
διελθὼν δὲ τὴν ἀγορὰν καὶ
γενόμενος πρὸς τῷ δεσμωτηρίῳ παρέδωκε τὸν Λέντλον τῷ δημίῳ καὶ
προσέταξεν ἀνελεῖν εἶθ᾽ ἑξῆς τὸν Κέθηγον, καὶ οὕτω τῶν ἄλλων
ἕκαστον καταγαγὼν ἀπέκτεινεν. ὁρῶν δὲ πολλοὺς ἔτι τῶν ἀπὸ τῆς
συνωμοσίας 1 ἐν ἀγορᾷ συνεστῶτας ἀθρόους καὶ τὴν μὲν πρᾶξιν ἀγνοοῦντας,
τὴν δὲ νύκτα προσμένοντας, ὡς ἔτι ζώντων τῶν ἀνδρῶν καὶ δυναμένων
ἐξαρπασθῆναι, φθεγξάμενος μέγα πρὸς αὐτοὺς, ‘ἔζησαν,’ εἶπεν. οὕτω δὲ [p. 136] Ῥωμαίων οἱ δυσφημεῖν μὴ
βουλόμενοι τὸ τεθνάναι σημαίνουσιν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.