Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τοὺς μὲν ἄλλους ἐλάνθανε, τῷ δὲ Κικέρωνι
πολλὰς μὲν ὑποψίας, λαβὴν δ᾽ οὐδεμίαν εἰς ἔλεγχον παρέδωκεν, ἀλλὰ καὶ
λεγόντων ἦν ἐνίων ἀκούειν ὡς ἐγγὺς ἐλθὼν ἁλῶναι διεκφύγοι τὸν
ἄνδρα, τινὲς δέ φασι παριδεῖν ἑκόντα καὶ παραλιπεῖν τὴν κατ᾽ ἐκείνου
μήνυσιν φόβῳ τῶν φίλων αὐτοῦ καὶ τῆς δυνάμεως: παντὶ γὰρ εἶναι
πρόδηλον ὅτι μᾶλλον ἂν ἐκεῖνοι γένοιντο προσθήκη Καίσαρι σωτηρίας ἢ
Καῖσαρ ἐκείνοις κολάσεως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.