Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
γενόμενος δ᾽, ὥσπερ ὁ Πλάτων ἀξιοῖ τὴν φιλομαθῆ καί φιλόσοφον φύσιν,
οἷος ἀσπάζεσθαι πᾶν μάθημα καί μηδὲν λόγου μηδὲ παιδείας ἀτιμάζειν
εἶδος, ἐρρύη πως προθυμότερον ἐπὶ ποιητικήν. καί τι καί ποιημάτιον ἔτι
παιδὸς αὐτοῦ διασῴζεται, Πόντιος Γλαῦκος, ἐν [p. 86] τετραμέτρῳ
πεποιημένον. προϊὼν δὲ τῷ χρόνῳ καί ποικιλώτερον ἁπτόμενος τῆς περὶ
ταῦτα μούσης, ἔδοξεν οὐ μόνον ῥήτωρ, ἀλλὰ καί ποιητὴς ἄριστος εἶναι
Ῥωμαίων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.