Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πραττομένων δὲ τούτων ἔτυχον ἐπιδημοῦντες
Ἀλλοβρίγων δύο πρέσβεις, ἔθνους μάλιστα δὴ τότε πονηρὰ πράττοντος καὶ
βαρυνομένου τήν ἡγεμονίαν. τούτους οἱ περὶ Λέντλον ὠφελίμους ἡγούμενοι
πρὸς τὸ κινῆσαι καὶ μεταβαλεῖν τήν Γαλατίαν ἐποιήσαντο συνωμότας. καὶ
γράμματα μὲν αὐτοῖς πρὸς τήν ἐκεῖ βουλήν, γράμματα δὲ πρὸς Κατιλίναν
ἔδοσαν, τῇ μὲν ὑπισχνούμενοι [p. 126] τήν ἐλευθερίαν, τὸν δὲ
Κατιλίναν παρακαλοῦντες ἐλευθερώσαντα τοὺς δούλους ἐπὶ τήν Ῥώμην
ἐλαύνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.