Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ νὺξ μὲν ὥριστο πρὸς τήν ἐπίθεσιν
μία τῶν Κρονιάδων, ξίφη δὲ καὶ στυππεῖα καὶ θεῖον εἰς τήν Κεθήγου
φέροντες οἰκίαν ἀπέκρυψαν. ἄνδρας δὲ τάξαντες ἑκατὸν καὶ μέρη τοσαῦτα
τῆς Ῥώμης ἕκαστον ἐφ᾽ ἑκάστῳ διεκλήρωσαν, ὡς δι᾽ ὀλίγου πολλῶν
ἁψάντων φλέγοιτο πανταχόθεν ἡ πόλις. ἄλλοι δὲ τοὺς ὀχετοὺς ἔμελλον
ἐμφράξαντες ἀποσφάττειν τοὺς ὑδρευομένους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.