Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἡ δὲ περὶ τὸν Κατιλίναν συνωμοσία πτήξασα
καὶ καταδείσασα τὴν ἀρχήν αὖθις ἀνεθάρρει, καὶ συνῆγον ἀλλήλους καὶ
παρεκάλουν εὐτολμότερον ἅπτεσθαι τῶν πραγμάτων πρὶν ἐπανελθεῖν Πομπήϊον
ἤδη λεγόμενον ὑποστρέφειν μετὰ τῆς δυνάμεως. μάλιστα δὲ τὸν Κατιλίναν
ἐξηρέθιζον οἱ Σύλλα πάλαι στρατιῶται, διαπεφυκότες μέν ὅλης τῆς
Ἰταλίας, πλεῖστοι δὲ καὶ μαχιμώτατοι ταῖς Τυρρηνικαῖς ἐγκατεσπαρμένοι
πόλεσιν, ἁρπαγὰς πάλιν καὶ διαφορήσεις πλούτων ἑτοίμων ὀνειροπολοῦντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.