Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
τοῦτον μὲν οὖν ἠμείψατο πικρῶς ὁ Δημοσθένης: ‘οὐ ταὐτά γὰρ,’ εἶπεν, ‘ἐμοὶ καὶ σοὶ, ὦ Πυθέα, ὁ λύχνος σύνοιδε.’ πρὸς δὲ τοὺς ἄλλους οὐ παντάπασιν ἦν ἔξαρνος, ἀλλ᾽ οὔτε γράψας οὔτ᾽ ἄγραφα κομιδῇ λέγειν ὡμολόγει. καὶ μέντοι δημοτικὸν ἀπέφαινεν ἄνδρα τὸν λέγειν μελετῶντα: θεραπείας γὰρ εἶναι τοῦτο δήμου παρασκευήν, τὸ δ᾽ ὅπως ἕξουσιν οἱ πολλοὶ πρὸς τὸν λόγον ἀφροντιστεῖν ὀλιγαρχικοῦ καὶ βίᾳ, μᾶλλον ἢ πειθοῖ προσέχοντος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.