Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
κριθεῖσα δ᾽ ὕστερον ἔτεσι δέκα ἐπ᾽ Ἀριστοφῶντος, γενομένη δὲ ὡς οὐδεμία τῶν δημοσίων περιβόητος διά τε τὴν δόξαν τῶν λεγόντων καὶ τὴν τῶν δικαζόντων εὐγένειαν, οἳ τοῖς ἐλαύνουσι τὸν Δημοσθένη τότε πλεῖστον δυναμένοις καὶ μακεδονίζουσιν οὐ προήκαντο τὴν κατ᾽ αὐτοῦ ψῆφον, ἀλλ᾽ οὕτω λαμπρῶς ἀπέλυσαν ὥστε τὸ πέμπτον μέρος τῶν ψήφων Αἰσχίνην μὴ μεταλαβεῖν. ἐκεῖνος μὲν οὖν εὐθὺς ἐκ τῆς πόλεως
[p. 60]
ᾤχετ᾽ ἀπιὼν, καὶ περὶ Ῥόδον καὶ Ἰωνίαν σοφιστεύων κατεβίωσε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.