Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
φαίνεται δὲ καὶ μετὰ παρρησίας μάλιστα τῷ δήμῳ διαλεγόμενος καὶ πρὸς τὰς ἐπιθυμίας τῶν πολλῶν ἀντιτείνων καὶ τοῖς ἁμαρτήμασιν αὐτῶν ἐπιφυόμενος, ὡς ἐκ τῶν λόγων λαβεῖν ἔστιν, ἱστορεῖ δὲ καὶ Θεόπομπος ὅτι, τῶν Ἀθηναίων ἐπί τινα προβαλλομένων αὑτὸν κατηγορίαν, ὡς δ᾽ οὐχ ὑπήκουε, θορυβούντων, ἀναστὰς εἶπεν: ‘ὑμεῖς ἐμοὶ, ὦ ἄνδρες Ἀθηναῖοι, συμβούλῳ μέν, κἂν μὴ θέλητε, χρήσεσθε: συκοφάντῃ δὲ οὐδὲ ἂν θέλητε.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.